Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.224 Joseph. AJ 19.230 (English) >>Joseph. AJ 19.235

19.228 δὲ δῆμος φθόνῳ τε πρὸς ἐκείνην καθιστάμενος καὶ τῶν πλεονεξιῶν αὐτῆς ἐπιστόμισμα τοὺς αὐτοκράτορας εἰδὼς καὶ αὐτοῦ καταφυγὴν ἔχαιρεν Κλαυδίου τῇ ἁρπαγῇ στάσιν τε ἔμφυλον, ὁποία καὶ ἐπὶ Πομπηίου γένοιτο, ἀπαλλάξειν αὐτῶν ὑπελάμβανον τοῦτον αὐτοκράτορα καθισταμένου. 19.229γνοῦσα δʼ βουλὴ τὸν Κλαύδιον ὑπὸ τῶν στρατιωτῶν ἀφιγμένον εἰς τὸ στρατόπεδον πέμπει πρὸς ἐκεῖνον ἄνδρας ἀρετῇ τοὺς ἐξ αὐτῶν, οἳ διδάξειαν μὴ δεῖν ἐπὶ καθέξει τῆς ἀρχῆς βιάζεσθαι, 19.230παραχωρεῖν δὲ τῇ συγκλήτῳ τοσῶνδε ἀνδρῶν ἕνα ὄντα ἡσσώμενον καὶ τῷ νόμῳ παραχωροῦντα τοῦ ἐπὶ τοῖς κοινοῖς κόσμου τὴν πρόνοιαν, μνημονεύοντα ὧν οἱ πρότεροι τύραννοι κακώσειαν τὴν πόλιν καὶ ὧν ὑπὸ Γαΐου καὶ αὐτὸς κινδυνεύσειεν σὺν αὐτοῖς, μηδὲ μισήσαντα τὴν βαρύτητα τῆς τυραννίδος ὑφʼ ἑτέρων πρασσομένης τῆς ὕβρεως αὐτὸν ἐθελουσίως ἐπὶ παροινίᾳ θαρσεῖν τῆς πατρίδος. 19.231καὶ πειθομένῳ μὲν τοῦ πρότερον ἀπράγμονος τὴν ἀρετὴν ἐπιδεικνυμένῳ βέβαιον τιμάς τε ὑπάρξειν, αἳ ὑπὸ ἐλευθέρων ψηφισθεῖεν τῶν πολιτῶν, καὶ ἐπιχωρήσει τοῦ νόμου τὸ μέρος ἄρχοντά τε καὶ ἀρχόμενον κερδανεῖν ἔπαινον ἀρετῆς. 19.232εἰ δὲ ἀπονοοῖτο μηδὲν ἐκ τῆς Γαΐου τελευτῆς σωφρονιζόμενος οὔτι γε αὐτοὶ ἐπιτρέψειν τῆς τε γὰρ στρατιᾶς πολὺ εἶναι τὸ συνεστηκὸς αὐτοῖς ὅπλων τε εὐπορίαν καὶ πληθὺν οἰκετῶν, οἳ χρήσαιντο αὐτοῖς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.224 Joseph. AJ 19.230 (English) >>Joseph. AJ 19.235

Powered by PhiloLogic